<<
Ενότητα 12
Μετάφραση Α'
Μετάφραση Β'
Video
Live Video
Ειδήσεις
>>
ΕΝΟΤΗΤΑ 12 Πλάτωνος, Τίμαιος, 25 a-d (διασκευή)

Ἐν δὲ δὴ τῇ Ἀτλαντίδι νήσῳ μεγάλη συνέστη καὶ θαυμαστὴ δύναμις βασιλέων, κρατοῦσα μὲν ἁπάσης τῆς νήσου, πολλῶν δὲ ἄλλων νήσων καὶ μερῶν τῆς ἠπείρου. Αὕτη δὴ πᾶσα συναθροισθεῖσα εἰς ἕν ἡ δύναμις τὸν τε παρ” ὑμῖν καὶ τὸν παρ” ἡμῖν καὶ τὸν ἐντὸς τοῦ στόματος πάντα τόπον μιᾷ ποτε ἐπεχείρησεν ὁρμῇ δουλοῦσθαι. Τότε οὖν ὑμῶν, ὦ Σόλων, τῆς πόλεως ἡ δύναμις εἰς ἅπαντας ἀνθρώπους διαφανής ἀρετῇ τε καὶ ρώμῃ ἐγένετο∙ πάντων γὰρ προέστη εὐψυχίᾳ καὶ τέχναις ὅσαι κατὰ πόλεμον ἐπὶ τοὺς ἐσχάτους ἀφικομένη κινδύνους, καὶ κρατήσασα μὲν τῶν ἐπιόντων τρόπαιον ἔστησε, τοὺς δὲ μήπω δεδουλωμένους διεκώλυσε δουλωθῆναι, τοὺς δ’ ἄλλους ἀφθόνως ἅπαντας ἠλευθέρωσεν. Ὑστέρῳ δὲ χρόνῳ σεισμῶν ἐξαισίων καὶ κατακλυσμῶν γενομένων, ἡ Ἀτλαντὶς νῆσος κατὰ τῆς θαλάττης δῦσα ἠφανίσθη∙ διὸ καὶ νῦν ἄπορον καὶ ἀδιερεύνητον γέγονεν τοὐκεῖ πέλαγος.