<<
Ενότητα 10
Μετάφραση Α'
Μετάφραση Β'
Video
Live Video
Ειδήσεις
>>
ΕΝΟΤΗΤΑ 10 Ξενοφῶντος, Ἀπομνημονεύματα, 2. 4. 1-7 (διασκευή)

Τοῦτο μὲν πολλῶν ἀκούω, ὡς πάντων κτημάτων κράτιστόν ἐστι φίλος σαφὴς καὶ ἀγαθός, παντὸς δὲ μᾶλλον ἐπιμέλονται οἱ πολλοὶ ἢ φίλων κτήσεως. Καὶ γὰρ οἰκίας καὶ ἀγροὺς καὶ ἀνδράποδα καὶ βοσκήματα καὶ σκεύη ἐπιμελῶς κτῶνται, φίλον δέ, ὅ μέγιστον ἀγαθὸν εἶναί φασιν, οὐχ ὅπως κτήσωνται φροντίζουσι. Καίτοι ποῖος ἵππος ἢ ποῖον ζεῦγος οὕτω χρήσιμον ὥσπερ ὁ χρηστὸς φίλος; Ποῖον δὲ ἀνδράποδον οὕτως εὔνουν καὶ παραμόνιμον; Ἢ ποῖον ἄλλο κτῆμα οὕτω πάγχρηστον; Ὁ γὰρ ἀγαθὸς φίλος ἑαυτὸν τάττει πρὸς πᾶν τὸ ἐλλεῖπον τῷ φίλῳ καί, ἂν τέ τινα εὖ ποιῆσαι δέῃ, συνεπισχύει, ἂν τέ τις φόβος ταράττῃ, συμβοηθεῖ, καὶ εὖ μὲν πράττοντα πλεῖστα εὐφραίνει, σφαλλόμενον δὲ πλεῖστα ἐπανορθοῖ. Ἀλλ” ὅμως ἕνιοι δένδρα μὲν πειρῶνται θεραπεύειν τοῦ καρποῦ ἕνεκεν, τοῦ δὲ παμφορωτάτου κτήματος, ὅ καλεῖται φίλος, ἀργῶς καὶ ἀνειμένως οἱ πλεῖστοι ἐπιμέλονται.