![]() |
![]() |
![]() |
|
< Πλάτωνος, Πρωταγόρας, 323,C > Ὅτι μὲν οὖν πάντ’ ἄνδρα εἰκότως ἀποδέχονται περὶ ταύτης τῆς ἀρετῆς σύμβουλον διὰ τὸ ἡγεῖσθαι παντί μετεῖναι αὐτῆς, ταῦτα λέγω∙ ὅτι δὲ αὐτὴν οὐ φύσει ἡγοῦνται εἶναι οὐδ’ ἀπὸ τοῦ αὐτομάτου, ἀλλὰ διδακτόν τὲ καὶ ἐξ ἐπιμελείας παραγίγνεσθαι ᾧ ἂν παραγίγνηται, τοῦτο σοι μετὰ τοῦτο πειράσομαι ἀποδεῖξαι. |