<<
>>
ΑΡΧΙΛΟΧΟΣ Απόσπασμα 3 «Οὐ φιλέω μέγαν στρατηγόν» Κεντρικό θέμα: Ο ιδανικός στρατηγός
Οὐ φιλέω μέγαν στρατηγὸν οὐδὲ διαπεπλιγμένον οὐδὲ γαῦρον βοστρύχοισι οὐδ’ ὑπεξυρημένον, ἀλλὰ μοι εἴη τις σμικρὸς καὶ περὶ κνήμας ἰδεῖν ῥοικός, βεβηκώς ἀσφαλέως ποσσί, πλέως καρδίης.
ΑΡΧΙΛΟΧΟΣ Απόσπασμα 4
Τις μὲν Σαῒων ἀγάλλεται ἀσπίδι, ἥν κάλλιπον παρὰ θάμνωι, ἔντος ἀμώμητον, οὐκ ἐθέλων ἐξεσάωσα δ’ αὐτὸν. τί μοι μέλει ἀσπὶς ἐκείνη; ἐρρέτω ἐξαῦτις κτήσομαι οὐ κακίω.
ΑΡΧΙΛΟΧΟΣ Απόσπασμα 6
«Θυμέ, θυμέ» Θυμέ, θυμέ, ἀμηχάνοισι κήδεσιν κυκώμενε, ἀναδευ, ἀλέξεο δέ προσβαλών στέρνον ἐναντίον δυσμενῶν κατασταθείς πλησίον +ἐνδοκοισιν ἐχθρῶν ἀσφαλέως καὶ μήτε ἀγάλλεο ἀμφάδην νικέων, μηδὲ ὀδύρεο καταπεσών ἐν οἴκωι νικηθείς, ἀλλὰ χαῖρε τε χαρτοῖσιν καὶ ἀσχάλα κακοῖσιν μὴ λίην, γίνωσκε δέ οἷος ῥυσμὸς ἀνθρώπους ἔχει.
ΑΡΧΙΛΟΧΟΣ Απόσπασμα 9 Τοίς Θεοίς Η παντοδυναμία των θεών
Τοῖς θεοῖς + πάντα τ’εἰθεῖα + πολλάκις μὲν ὀρθοῦσιν ἐκ κακῶν ἄνδρας κειμένους ἐπὶ μελαίνηι χθονί, πολλάκις δ’ ἀνατρέπουσι ὑπτίους καὶ μάλ’ εὖ βεβηκότας, ἔπειτα δέ πολλὰ κακά γίνεται κείνοις καὶ πλανᾶται χρήμηι βίου καὶ παρήορος νόου.
ΣΑΠΦΩ Απόσπασμα 14 Ποικιλόθρον’ αθανάτ’
Ποικιλόθρον’ ἀθανὰτ’ Ἀφρόδιτα, παῖ Δίος δολόπλοκε, λίσσομαί σε πότνια, μὴ μ’ δάμνα θῦμον ἄσαισι μηδ’ ὀνίαισι, ἀλλὰ ἒλθ’τυίδ’, αἴ ποτα κἀτέρωτα ἔκλυες ἀίοισα τάς ἔμας αὔδας πήλοι, λίποισα δὲ χρύσιον δόμον πάτρος ἦλθες ὐπασδεύξαισα ἂρμα ὤκεες δὲ στροῦθοι κάλοι ἆγον σε περὶ γᾶς μελαίνας δίννεντες πύκνα πτέρα ἀπ’ ὠράνωἴθερος διὰ μέσσω αἶψα δ’ ἐξίκοντο σὺ δ’, ὦ μάκαιρα μειδιαίσαισ’ ἀθανάτωι προσώπωι ἢρε’ ὄττι δηὖτε πέπονθα κὤττι δηὖτε κάλημμι κὤττι θέλω μάλιστα γένεσθαι μοι μαινόλαι θύμωι τίνα δηὖτε πείθω ….σαγην ἐς σάν φιλότατα; τὶς σ’, ὦ Ψάπφ’, ἀδικήει; καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει, αἰ δὲ δῶρα μὴ δέκετ’, ἀλλὰ δώσει, αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει κοὐκ ἐθέλοισα. ἔλθε μοι καὶ νῦν, λῦσον δὲ ἐκ χαλέπαν μερίμναν, ὄσσα δὲ θῦμος ἰμέρρει τέλεσσαί μοι τέλεσον, σὺ δ’ αὔτα ἔσσο σύμμαχος.
ΣΑΠΦΩ Απόσπασμα 17
Κατθάνοισα δὲ κείσηι οὐδὲ ποτα ἒσσεται μναμοσύνα σέθεν οὐδὲ ποκ’ ὔστερον οὐ γὰρ πεδέχηις βρόδων τών ἐκ Πιερίας ἀλλ΄ φοιτάσηις ἀφάνης κἀν δόμωι Ἀίδα πεδ’ ἀμαύρων νεκύων ἐκπεποταμένα.
ΣΙΜΩΝΙΔΗΣ Απόσπασμα 29 Ἄνθρωπος ἐών
Ἐών ἄνθρωπος μὴ φάσηις ποτέ ὅ τι γίνεται αὔριον, μηδ’ ἰδὼν ὄλβιον ἄνδρα ὅσσον χρόνον ἔσσεται, ἁ γὰρ μετάστασις ὠκεῖα οὕτως οὐδὲ τανυπτερύγου μυίας.
ΠΙΝΔΑΡΟΣ
αἱ μεγαλοπόλιες Ἀθᾶναι κάλλιστον προοίμιον εὐρυσθενεῖ γενεᾷ Ἀλκμανιδᾶν βαλέσθαι κρηπῖδ’ ἀοιδᾶν ἵπποισι. ἐπεί ναίων τίνα πάτραν, ναίων τίνα οἶκον ὀνυμάξεαι ἐπιφανέστερον οἶκον Ἑλλάδι πυθέσθαι; πάσαισι γὰρ πολίεσι ὁμιλεῖ λόγος ἀστῶν Ἐρεχθέος, Ἄπολλον, οἵ ἔτευξαν τεὸν θαητὸν δόμον δίᾳ Πυθῶνι. μέ δὲ ἄγοντι πέντε μὲν νῖκαι Ἰσθμοῖ, μία δ’ ἐκπρεπὴς Διὸς Ὀλυμπιάς, δύο δ’ ἀπὸ Κίρρας, ὦ Μεγάκλεες, ὑμαὶ τὲ καὶ προγόνων. χαίρω δέ τι νέᾳ εὐπραγίᾳ τό δ’ ἄχνυμαι, φθόνον ἀμειβόμενον τὰ καλὰ ἔργα. φαντὶ γε μάν οὕτω κ’ ἀνδρὶ εὐδαιμονίαν θάλλοισαν παρμονίμαν φέρεσθαι τὰ καὶ τὰ.
ΜΙΜΝΕΡΜΟΣ Απόσπασμα 11 ἡμεῖς δ΄, οἷὰ τε φύλλα
ἡμεῖς δ΄, οἷὰ τε φύλλα φύει πολυάνθεμος ὥρη ἔαρος, ὅτ’ αὔξεται αἶψ αὐγῆις ἠελίου, ἴκελοι τοῖς τερπόμεθα ἄνθεσιν ἥβης ἐπὶ πήχυιον χρόνον, εἰδότες οὔτε κακὸν οὒτ’ ἀγαθόν πρὸς θεῶν μέλαιναι δὲ Κῆρες παρεστήκασι, ἡ μὲν ἔχουσα τέλος ἀργαλέου γήραος, ἡ δ’ ἑτέρη θανάτοιο καρπός δὲ ἥβης γίνεται μίνυνθα, ὅσον τ’ ἠέλιος κίδναται ἐπὶ γῆν. αὐτὰρ ἐπὴν δὴ τοῦτο τέλος ὥρης παραμείψεται, αὐτίκα δὴ βέλτιον τεθνάναι ἢ βίοτος πολλὰ γὰρ κακὰ γίνεται ἐν θυμῶι ἄλλοτε οἶκος τρυχοῦται, ὀδυνηρὰ δ’ ἔργ’ πενίης πέλει ἄλλος δ’ αὖ ἐπιδεύεται παίδων, ὧν ἰμείρων τε κατὰ γῆς μάλιστα εἰς Ἀῒδην ἔρχεται ἄλλος ἔχει νοῦσον θυμοφθόρον οὐδὲ τις ἀνθρώπων ἐστίν ὧι Ζεὺς μὴ διδοῖ πολλὰ κακὰ.