<<
>>
<Δημοσθένους, Ὑπέρ τῆς Ῥοδίων Ἐλευθερίας, 1>
Οἶμαι δεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τηλικούτων βουλευομένους διδόναι παρρησίαν ἑκάστῳ τῶν συμβουλευόντων. ἐγὼ δ” οὐδεπώποθ” ἡγησάμην χαλεπὸν τὸ διδάξαι τὰ βέλτισθ” ὑμᾶς (ὡς γὰρ εἰπεῖν ἁπλῶς, ἅπαντες ὑπάρχειν ἐγνωκότες μοι δοκεῖτε), ἀλλὰ τὸ πεῖσαι πράττειν ταῦτα. ἐπειδὰν γάρ τι δόξῃ καὶ ψηφισθῇ, τότ” ἴσον τοῦ πραχθῆναι ἀπέχει ὅσονπερ πρὶν δόξαι.
<Δημοσθένους, Ὑπέρ τῆς Ῥοδίων Ἐλευθερίας, 2>
ἔστι μὲν οὖν ἓν ὧν ἐγὼ νομίζω χάριν ὑμᾶς τοῖς θεοῖς ὀφείλειν, τὸ τοὺς διὰ τὴν αὑτῶν ὕβριν ὑμῖν πολεμήσαντας οὐ πάλαι νῦν ἐν ὑμῖν μόνοις τῆς αὑτῶν σωτηρίας ἔχειν τὰς ἐλπίδας. ἄξιον δ” ἡσθῆναι τῷ παρόντι καιρῷ. συμβήσεται γὰρ ὑμῖν, ἐὰν ἃ χρὴ βουλεύσησθ” ὑπὲρ αὐτοῦ, τὰς παρὰ τῶν διαβαλλόντων τὴν πόλιν ἡμῶν βλασφημίας ἔργῳ μετὰ δόξης καλῆς ἀπολύσασθαι.
<Δημοσθένους, Ὑπέρ τῆς Ῥοδίων Ἐλευθερίας, 3>
ᾐτιάσαντο μὲν γὰρ ἡμᾶς ἐπιβουλεύειν αὑτοῖς Χῖοι καὶ Βυζάντιοι καὶ Ῥόδιοι, καὶ διὰ ταῦτα συνέστησαν ἐφ” ἡμᾶς τὸν τελευταῖον τουτονὶ πόλεμον. φανήσεται δ” ὁ μὲν πρυτανεύσας ταῦτα καὶ πείσας Μαύσωλος, φίλος εἶναι φάσκων Ῥοδίων, τὴν ἐλευθερίαν αὐτῶν ἀφῃρημένος, οἱ δ” ἀποδείξαντες ἑαυτοὺς συμμάχους Χῖοι καὶ Βυζάντιοι τοῖς ἀτυχήμασιν αὐτῶν οὐ βεβοηθηκότες, ὑμεῖς δ’, οὓς ἐφοβοῦντο, μόνοι τῶν πάντων τῆς σωτηρίας αὐτοῖς αἴτιοι.
<Δημοσθένους, Ὑπέρ τῆς Ῥοδίων Ἐλευθερίας, 4>
ἐκ δὲ τοῦ ταῦθ” ὑφ” ἁπάντων ὀφθῆναι ποιήσετε τοὺς πολλοὺς ἐν ἁπάσαις ταῖς πόλεσι τοῦτο ποιεῖσθαι σύμβολον τῆς αὑτῶν σωτηρίας, ἐὰν ὑμῖν ὦσι φίλοι. οὗ μεῖζον οὐδὲν ἂν ὑμῖν γένοιτ” ἀγαθόν, ἢ παρὰ πάντων ἑκόντων ἀνυπόπτου τυχεῖν εὐνοίας.
<Δημοσθένους, Ὑπέρ τῆς Ῥοδίων Ἐλευθερίας, 17>
Ὁρᾶτε δὲ κἀκεῖν’, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι πολλοὺς ὑμεῖς πολέμους πεπολεμήκατε καὶ πρὸς δημοκρατίας καὶ πρὸς ὀλιγαρχίας. καὶ τοῦτο μὲν ἴστε καὶ αὐτοί. ἀλλ” ὑπὲρ ὧν πρὸς ἑκατέρους ἔσθ” ὑμῖν ὁ πόλεμος, τοῦτ” ἴσως ὑμῶν οὐδεὶς λογίζεται. ὑπὲρ τίνων οὖν ἐστίν; πρὸς μὲν τοὺς δήμους ἢ περὶ τῶν ἰδίων ἐγκλημάτων, οὐ δυνηθέντων δημοσίᾳ διαλύσασθαι ταῦτα, ἢ περὶ γῆς μέρους ἢ ὅρων ἢ φιλονικίας ἢ τῆς ἡγεμονίας. πρὸς δὲ τὰς ὀλιγαρχίας ὑπὲρ μὲν τούτων οὐδενός, ὑπὲρ δὲ τῆς πολιτείας καὶ τῆς ἐλευθερίας.
<Δημοσθένους, Ὑπέρ τῆς Ῥοδίων Ἐλευθερίας, 18>
ὥστ” ἔγωγ” οὐκ ἂν ὀκνήσαιμ” εἰπεῖν μᾶλλον ἡγεῖσθαι συμφέρειν δημοκρατουμένους τοὺς Ἕλληνας ἅπαντας πολεμεῖν ὑμῖν ἢ ὀλιγαρχουμένους φίλους εἶναι. πρὸς μὲν γὰρ ἐλευθέρους ὄντας οὐ χαλεπῶς ἂν εἰρήνην ὑμᾶς ποιήσασθαι νομίζω, ὁπότε βουληθείητε, πρὸς δ” ὀλιγαρχουμένους οὐδὲ τὴν φιλίαν ἀσφαλῆ νομίζω. οὐ γὰρ ἔσθ” ὅπως ὀλίγοι πολλοῖς καὶ ζητοῦντες ἄρχειν τοῖς μετ” ἰσηγορίας ζῆν ᾑρημένοις εὖνοι γένοιντ” ἄν.
<Δημοσθένους, Ὑπέρ τῆς Ῥοδίων Ἐλευθερίας, 19>
Θαυμάζω δ” εἰ μηδεὶς ὑμῶν ἡγεῖ ται Χίων ὀλιγαρχουμένων καὶ Μυτιληναίων, καὶ νυνὶ Ῥοδίων καὶ πάντων ἀνθρώπων ὀλίγου δέω λέγειν εἰς ταύτην τὴν δουλείαν ὑπαγομένων, συγκινδυνεύειν τι τὴν παρ” ἡμῖν πολιτείαν, μηδὲ λογίζεται τοῦθ” ὅτι οὐκ ἔστιν ὅπως, εἰ δι” ὀλιγαρχίας ἅπαντα συστήσεται, τὸν παρ” ὑμῖν δῆμον ἐάσουσιν. ἴσασι γὰρ οὐδένας ἄλλους πάλιν εἰς ἐλευθερίαν <ἂν> τὰ πράγματ” ἐξάγοντας. ὅθεν δὴ κακὸν αὑτοῖς ἄν τι γενέσθαι προσδοκῶσι, τοῦτ” ἀνελεῖν βουλήσονται.
<Δημοσθένους, Ὑπέρ τῆς Ῥοδίων Ἐλευθερίας, 20>
τοὺς μὲν οὖν ἄλλους τοὺς ἀδικοῦντάς τινας αὐτῶν τῶν κακῶς πεπονθότων ἐχθροὺς ἡγεῖσθαι χρή. τοὺς δὲ τὰς πολιτείας καταλύοντας καὶ μεθιστάντας εἰς ὀλιγαρχίαν κοινοὺς ἐχθροὺς παραινῶ νομίζειν ἁπάντων τῶν ἐλευθερίας ἐπιθυμούντων.
<Δημοσθένους, Ὑπέρ τῆς Ῥοδίων Ἐλευθερίας, 34>
Ἀλλὰ γὰρ οὐχ ὅ τι τις κατηγορήσει τούτων ἢ τοῖς ἄλλοις ὑμῖν ἐπιπλήξει χαλεπὸν εὑρεῖν, ἀλλ” ἀφ” ὁποίων λόγων ἢ πράξεως ποίας ἐπανορθώσεταί τις ἃ νῦν οὐκ ὀρθῶς ἔχει, τοῦτ” ἔργον εὑρεῖν. ἴσως μὲν οὖν οὐδὲ τοῦ παρόντος καιροῦ περὶ πάντων λέγειν. ἀλλ” ἐὰν ἃ προῄρησθε δυνηθῆτ “ ἐπικυρῶσαι συμφερούσῃ τινὶ πράξει, καὶ τἄλλ” ἂν ἴσως καθ” ἓν ἀεὶ βέλτιον σχοίη.
<Δημοσθένους, Ὑπέρ τῆς Ῥοδίων Ἐλευθερίας, 35>
ἐγὼ μὲν οὖν οἶμαι δεῖν ὑμᾶς ἀντιλαμβάνεσθαι τῶν πραγμάτων τούτων ἐρρωμένως, καὶ πράττειν ἄξια τῆς πόλεως, ἐνθυμουμένους ὅτι χαίρετ” ἀκούοντες, ὅταν τις ἐπαινῇ τοὺς προγόνους ὑμῶν καὶ τὰ πεπραγμέν” ἐκείνοις διεξίῃ καὶ τὰ τρόπαια λέγῃ. νομίζετε τοίνυν ταῦτ” ἀναθεῖναι τοὺς προγόνους ὑμῶν οὐχ ἵνα θαυμάζητ” αὐτὰ θεωροῦντες, ἀλλ” ἵνα καὶ μιμῆσθε τὰς τῶν ἀναθέντων ἀρετάς.