Στ. 324-331

 

Κρέων
κόμψευέ νυν τὴν δόξαν· εἰ δὲ ταῦτα μὴ
φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθ᾽ ὅτι    325
τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται.
Φύλαξ
ἀλλ᾽ εὑρεθείη μὲν μάλιστ᾽· ἐὰν δέ τοι
ληφθῇ τε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ,
οὐκ ἔσθ᾽ ὅπως ὄψει σὺ δεῦρ᾽ ἐλθόντα με·
καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τ᾽ ἐμῆς    330
σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν.

Copyright 2012 - Arxaia.gr
top