Μίμνερμος, Απόσπασμα 11

 

ΜΙΜΝΕΡΜΟΣ Απόσπασμα 11  
ἡμεῖς  δ΄, οἷὰ τε φύλλα

ἡμεῖς  δ΄, οἷὰ τε φύλλα φύει
πολυάνθεμος ὥρη ἔαρος,
ὅτ’ αὔξεται αἶψ αὐγῆις ἠελίου,
ἴκελοι τοῖς
τερπόμεθα ἄνθεσιν ἥβης ἐπὶ πήχυιον χρόνον,
εἰδότες οὔτε κακὸν οὒτ’ ἀγαθόν πρὸς θεῶν∙
μέλαιναι δὲ Κῆρες παρεστήκασι,
ἡ μὲν ἔχουσα τέλος ἀργαλέου γήραος,
ἡ δ’ ἑτέρη θανάτοιο∙
καρπός δὲ ἥβης γίνεται μίνυνθα,
ὅσον τ’ ἠέλιος κίδναται ἐπὶ γῆν.
αὐτὰρ ἐπὴν δὴ τοῦτο τέλος ὥρης παραμείψεται,
αὐτίκα δὴ βέλτιον τεθνάναι ἢ βίοτος∙
πολλὰ γὰρ κακὰ γίνεται ἐν θυμῶι∙
ἄλλοτε οἶκος τρυχοῦται,
ὀδυνηρὰ δ’ ἔργ’ πενίης πέλει∙
ἄλλος δ’ αὖ ἐπιδεύεται παίδων,
ὧν ἰμείρων τε κατὰ γῆς μάλιστα
εἰς Ἀῒδην ἔρχεται∙
ἄλλος ἔχει νοῦσον θυμοφθόρον∙
οὐδὲ τις ἀνθρώπων ἐστίν
ὧι Ζεὺς μὴ διδοῖ πολλὰ κακὰ.

 

Copyright 2012 - Arxaia.gr
top