Κεφ. 2, §4

 

ΞΕΝΟΦΩΝΤΟΣ, ΕΛΛΗΝΙΚΩΝ, 2, 2, 4

τῇ δ’ ὑστεραίᾳ ἐκκλησίαν ἐποίησαν, ἐν ᾗ ἔδοξε τούς τε λιμένας ἀποχῶσαι πλὴν ἑνὸς καὶ τὰ τείχη εὐτρεπίζειν καὶ φυλακὰς ἐφιστάναι καὶ τἆλλα πάντα ὡς εἰς πολιορκίαν παρασκευάζειν τὴν πόλιν. καὶ οὗτοι μὲν περὶ ταῦτα ἦσαν.

 

Copyright 2012 - Arxaia.gr
top